Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.1 Dem. 22.3 (English) >>Dem. 22.6

22.2αἰτιασάμενος γάρ με, καὶ λέγειν ἂν ὀκνήσειέ τις, εἰ μὴ τύχοι προσόμοιος ὢν τούτῳ, τὸν πατέρʼ ὡς ἀπέκτονʼ ἐγὼ τὸν ἐμαυτοῦ, καὶ κατασκευάσας ἀσεβείας γραφὴν οὐκ ἐπʼ ἐμέ, ἀλλʼ ἐπὶ τὸν θεῖόν μου, γράψας ἀσεβεῖν ἐμοὶ συνιόντʼ εἰς ταὐτὸν ὡς πεποιηκότι ταῦτα, εἰς ἀγῶνα κατέστησεν· ὃν εἰ συνέβη τόθʼ ἁλῶναι, τίς ἂν ἀθλιώτερʼ ἐμοῦ πεπονθὼς ἦν ὑπὸ τούτου; τίς γὰρ ἂν φίλος ξένος εἰς ταὐτό ποτʼ ἐλθεῖν ἠθέλησεν ἐμοί; τίς δʼ ἂν εἴασε πόλις που παρʼ ἑαυτῇ γενέσθαι τὸν τὸ τοιοῦτʼ ἀσέβημα δοκοῦντʼ εἰργάσθαι; οὐκ ἔστιν οὐδὲ μία. 22.3ἐγὼ τοίνυν ταῦτα μὲν οὐ παρὰ μικρὸν ἀγωνιζόμενος παρʼ ὑμῖν ἀπελυσάμην, ἀλλʼ ὥστε τὸ πέμπτον μέρος μὴ λαβεῖν τούτους τῶν ψήφων· τουτονὶ δὲ μεθʼ ὑμῶν πειράσομαι καὶ νῦν καὶ τὸν ἄλλον ἅπαντʼ ἀμύνεσθαι χρόνον. καὶ περὶ μὲν τῶν ἰδίων ἔχων ἔτι πολλὰ λέγειν ἐάσω· περὶ δʼ ὧν οἴσετε τὴν ψῆφον νυνὶ καὶ περὶ ὧν οὗτος δημοσίᾳ πεπολιτευμένος οὐκ ὀλίγʼ ὑμᾶς ἔβλαψεν, μοι παραλείπειν Εὐκτήμων ἐδόκει, βέλτιον δʼ ὑμᾶς ἀκοῦσαι, ταῦτα διεξελθεῖν ἐν βραχέσιν πειράσομαι. 22.4ἐγὼ γὰρ εἰ μὲν ἑώρων τινʼ ἁπλῆν τούτῳ περὶ ὧν φεύγει πρὸς ὑμᾶς οὖσαν ἀπολογίαν, οὐκ ἂν ἐποιούμην περὶ αὐτῆς μνείαν οὐδεμίαν. νῦν δʼ οἶδα σαφῶς ὅτι οὗτος ἁπλοῦν μὲν οὐδὲ δίκαιον οὐδὲν ἂν εἰπεῖν ἔχοι, ἐξαπατᾶν δʼ ὑμᾶς πειράσεται πλάττων καὶ παράγων πρὸς ἕκαστα τούτων κακούργους λόγους. ἔστι γάρ, ἄνδρες Ἀθηναῖοι, τεχνίτης τοῦ λέγειν καὶ πάντα τὸν βίον ἐσχόλακεν ἐν τούτῳ. ὑπὲρ οὖν τοῦ μὴ παρακρουσθέντας ὑμᾶς ἐναντία μὲν τοῖς ὀμωμοσμένοις πεισθῆναι ψηφίσασθαι, ἀφεῖναι δὲ τοῦτον ὃν ὑμῖν πολλῶν ἕνεκʼ ἄξιον κολάσαι, προσέχετε τὸν νοῦν οἷς ἐρῶ, ἵνʼ ἀκούσαντες ἐμοῦ πρὸς ἕκαστον τῶν ὑπὸ τούτου ῥηθησομένων ἔχηθʼ ὑπολαμβάνειν δεῖ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.1 Dem. 22.3 (English) >>Dem. 22.6

Powered by PhiloLogic